Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.140 Joseph. AJ 13.145 (English) >>Joseph. AJ 13.149

13.143ὕστερον δὲ πονηρὸς εἰς αὐτὸν ἐγένετο καὶ τὰς ὑποσχέσεις διεψεύσατο καὶ πόλεμον ἠπείλησεν, εἰ μὴ τοὺς φόρους αὐτῷ πάντας ἀποδώσει, οὓς ὤφειλεν τὸ τῶν Ἰουδαίων ἔθνος ἀπὸ τῶν πρώτων βασιλέων. καὶ ταῦτʼ ἐποίησεν ἄν, εἰ μὴ Τρύφων αὐτὸν ἐπέσχεν καὶ τὴν ἐπὶ τὸν Ἰωνάθην αὐτοῦ παρασκευὴν ἀντιμετέσπασεν εἰς τὰς περὶ αὐτοῦ φροντίδας. 13.144ὑποστρέψας γὰρ ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν μετὰ τοῦ παιδὸς Ἀντιόχου, μειράκιον δʼ ἦν οὗτος τὴν ἡλικίαν, περιτίθησιν αὐτῷ τὸ διάδημα. καὶ προσχωρήσαντος τοῦ στρατιωτικοῦ παντός, καταλελοίπει τὸν Δημήτριον διὰ τὸ μὴ τυγχάνειν μισθῶν, πόλεμον ἐκφέρει πρὸς τὸν Δημήτριον, καὶ συμβαλὼν αὐτῷ κρατεῖ τῇ μάχῃ καὶ τούς τε ἐλέφαντας καὶ τὴν τῶν Ἀντιοχέων πόλιν λαμβάνει. 13.145

Δημήτριος μὲν οὖν ἡττηθεὶς ἀνεχώρησεν εἰς Κιλικίαν, δὲ παῖς Ἀντίοχος πέμψας πρὸς Ἰωνάθην πρεσβευτὰς καὶ γράμματα φίλον τε καὶ σύμμαχον αὐτὸν ἐποιεῖτο καὶ τὴν ἀρχιερωσύνην ἐβεβαίου καὶ τῶν τεσσάρων παρεχώρει νομῶν, οἳ τῇ χώρᾳ τῶν Ἰουδαίων προσετέθησαν. 13.146ἔτι γε μὴν σκεύη χρυσᾶ καὶ ἐκπώματα καὶ πορφυρᾶν ἐσθῆτα χρῆσθαι τούτοις ἐπιτρέπων ἀπέστειλεν καὶ πόρπῃ δʼ αὐτὸν δωρεῖται χρυσέᾳ καὶ τῶν πρώτων αὐτοῦ καλεῖσθαι φίλων. τὸν ἀδελφὸν δʼ αὐτοῦ Σίμωνα στρατηγὸν τῆς στρατιᾶς ἀπὸ κλίμακος τῆς Τυρίων ἕως Αἰγύπτου καθίστησιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.140 Joseph. AJ 13.145 (English) >>Joseph. AJ 13.149

Powered by PhiloLogic